Fragments remained
from Origen's
De Principiis
1 Euseb. C. Marcell. I 4 (GCS 14, p. 3, 11–18): (Marcell.:) γέγραφεν γὰρ ἀρχόμενος (scil. τοῦ Περὶ ἀρχῶν βιβλίου) οὕτως· (Οἱ πεπιστευκότες καὶ πεπεισμένοι), τοῦτο <τὸ> ῥητὸν οὕτως εἰρημένον εὕροις ἂν ἐν τῷ Γοργίᾳ Πλάτωνος. –( Euseb.:) Οὔτ' εἰ ἐφέρετο, ἤνεγκεν ἂν διαβολὴν Ὠριγένει φάντι· (Οἱ πεπιστευκότες [ἢ] καὶ πεπεισμένοι), καὶ συνάψαντι ἑξῆς· (»τὴν χάριν καὶ τὴν ἀλήθειαν διὰ Ἰησοῦ Χριστοῦ γεγονέναι» καὶ Χριστὸν εἶναι τὴν ἀλήθειαν, κατὰ τὸ εἰρημένον ὑπ' αὐτοῦ· «ἐγώ εἰμι ἡ ἀλήθεια».) 2 Antip. Bostr. bei Joh. Damasc. Sacra parall., PG 96, 501 C: ὑμῶν (der Origenisten) γάρ ἐστιν ἡ φωνή, ὅτι (ὄνομα ἀσωμάτου οὐκ ἴσασιν οὐ μόνον οἱ πολλοί, ἀλλ' οὐδὲ ἡ γραφή.) 3 Antip. Bostr. a. a. O.: καὶ πάλιν ὅτι (ἐν τῷ κηρύγματι καὶ τὸ εἶναί τινας ἀγγέλους καὶ δυνάμεις κρείττονας, λειτουργικὰς τῆς σωτηρίας τῶν ἀνθρώπων, παραδέδοται· πότε δὲ ἐκτίσθησαν καὶ τίνα τὰ περὶ αὐτούς, οὐδαμῶς τις ἐσαφήνισεν.) 4 Just. Ep. ad Menam (p. 09, 4–7 Schw.): Ἐκ τοῦ πρώτου λόγου τοῦ αὐτοῦ βιβλίου (scil. De princ.). (Γενόμενοι τοίνυν ἡμεῖς κατ' εἰκόνα, τὸν υἱὸν πρωτότυπον ὡς ἀλήθειαν ἔχομεν τῶν ἐν ἡμῖν καλῶν τύπων· αὐτὸς δὲ ὅπερ ἡμεῖς ἐσμὲν πρὸς αὐτόν, τοιοῦτός ἐστι πρὸς τὸν πατέρα ἀλήθειαν τυγχάνοντα.) 5 Just. Ep. ad Menam (p. 10, 1–4 Schw.): Ὅτι συναΐδια τοῦ θεοῦ τὰ κτίσματα, ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου. (Πῶς δὲ οὐκ ἄτοπον τὸ μὴ ἔχοντά τι τῶν πρεπόντων αὐτῷ τὸν θεὸν εἰς τὸ ἔχειν ἐληλυθέναι; εἰ δὲ οὐκ ἔστιν ὅτε παντοκράτωρ οὐκ ἦν, ἀεὶ εἶναι δεῖ ταῦτα, δι' ἃ παντοκράτωρ ἐστί, καὶ ἀεὶ ἦν ὑπ' αὐτοῦ κρατούμενα, ἄρχοντι αὐτῷ χρώμενα.) 6 Just. Ep. ad Menam (p. 10, 1–6 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. πρώτου) λόγου. (Οὕτω τοίνυν ἡγοῦμαι καὶ ἐπὶ τοῦ σωτῆρος καλῶς ἂν λεχθήσεσθαι ὅτι «εἰκὼν ἀγαθότητος θεοῦ» ἐστιν, ἀλλ' οὐκ αὐτοαγαθόν. καὶ τάχα καὶ ὁ υἱὸς ἀγαθός, ἀλλ' οὐχ ὡς ἁπλῶς ἀγαθός. καὶ ὥσπερ «εἰκών ἐστι τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ κατὰ τοῦτο θεός, ἀλλ' οὐ περὶ οὗ λέγει αὐτὸς ὁ Χριστὸς «ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν θεόν», οὕτως «εἰκὼν τῆς ἀγαθότητος», ἀλλ' οὐχ ὡς ὁ πατὴρ ἀπαραλλάκτως ἀγαθός.) 7 Just. Ep. ad Menam (p. 10, 7–10 Schw.): Ὅτι μετὰ τοῦ υἱοῦ καὶ τὸ ἅγιον πνεῦμα κτίσμα εἰπὼν συνηρίθμησε τοῖς ἄλλοις κτίσμασι, δι' ὃ καὶ λειτουργικὰ αὐτὰ ζῷα καλεῖ, ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου. (Ὅτι μὲν οὖν πᾶν ὅ τι ποτὲ παρὰ τὸν πατέρα καὶ θεὸν τῶν ὅλων γενητόν ἐστιν, ἐκ τῆς ἀκολουθίας πειθόμεθα.) 8 Just. Ep. ad Menam (p. 10, 10–14 Schw.): καὶ μετά τινα· (Ἔλεγε δὲ ὁ Ἑβραῖος τὰ ἐν τῷ Ἡσαίᾳ δύο Σεραφὶμἑξαπτέρυγα, κεκραγότα ἕτερον πρὸς τὸ ἕτερον καὶ λέγοντα· «ἅγιος ἅγιος ἅγιος κύριος Σαβαώθ» τὸν μονογενῆ εἶναι τοῦ θεοῦ καὶ τὸ πνεῦμα τὸ ἅγιον. ἡμεῖς δὲ οἰόμεθα ὅτι καὶ τὸ ἐν τῇ ᾠδῇ Ἀμβακούμ· «ἐν μέσῳ δύο ζῴων γνωσθήσῃ» περὶ Χριστοῦ καὶ ἁγίου πνεύματος εἴρηται.) 9 Just. Ep. ad Menam (p. 08, 6–3 Schw.): Ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου. (Ὅτι ὁ μὲν θεὸς καὶ πατὴρ συνέχων τὰ πάντα φθάνει εἰς ἕκαστον τῶν ὄντων, μεταδιδοὺς ἑκάστῳ ἀπὸ τοῦ ἰδίου τὸ εἶναι ὅπερ ἐστίν, ἐλαττόνως δὲ παρὰ τὸν πατέρα ὁ υἱὸς φθάνων ἐπὶ μόνα τὰ λογικά (δεύ τερος γάρ ἐστι τοῦ πατρός), ἔτι δὲ ἡττόνως τὸ πνεῦμα τὸ ἅγιον ἐπὶ μόνους τοὺς ἁγίους διικνούμενον· ὥστε κατὰ τοῦτο μείζων ἡ δύναμις τοῦ πατρὸς παρὰ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, πλείων δὲ ἡ τοῦ υἱοῦ παρὰ τὸ πνεῦμα τὸ ἅγιον, καὶ πάλιν διαφέρουσα μᾶλλον τοῦ ἁγίου πνεύματος ἡ δύναμις παρὰ τὰ ἄλλα ἅγια.) 10 Just. Ep. ad Menam (p. 10, 5–7 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. πρώτου) λόγου. (Πάντα τὰ γένη καὶ τὰ εἴδη ἀεὶ ἦν, ἄλλος δέ τις ἐρεῖ καὶ τὸ καθ' ἓν ἀριθμῷ· πλὴν ἑκατέρως δηλοῦται ὅτι οὐκ ἤρξατο ὁ θεὸς δημιουργεῖν ἀργήσας ποτέ.) 11 Just. Ep. ad Menam (p. 10, 8–211, 7 Schw.): Περὶ τῆς προϋπ άρξεως τῶν ψυχῶν, ἐκ τοῦ πρώτου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου. (Ἐξ ἰδίας αἰτίας τῶν μὴ προσεχόντων ἑαυτοῖς ἀγρύπνως γίνονται τάχιον ἢ βράδιον μεταπτώσεις, καὶ ἐπὶ πλεῖον ἢ ἐπ' ἔλαττον, ὡς ἀπὸ ταύτης τῆς αἰτίας, κρίσει θείᾳ συμπαραμετρούσῃ τοῖς ἑκάστου βελτίοσιν ἢ χείροσι κινήμασι καὶ τὸ κατ' ἀξίαν, ὁ μέν τις ἕξει ἐν τῇ ἐσομένῃ διακοσμήσει τάξιν ἀγγελικὴν ἢ δύναμιν ἀρχικὴν ἢ ἐξουσίαν τὴν ἐπί τινων ἢ θρόνον τὸν ἐπὶ βασι λευομένων ἢ κυρείαν τὴν κατὰ δούλων· οἱ δὲ οὐ πάνυ τι ἐκπεσόντες τὴν ὑπὸ τοῖς εἰρημένοις οἰκονομίαν καὶ βοήθειαν ἕξουσι. καὶ οὕτως κατὰ μὲν τὸ πλεῖστον ἀπὸ τῶν ὑπὸ τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας καὶ τοὺς θρόνους καὶ τὰς κυριότητας, τάχα δὲ ἔσθ' ὅτε καὶ ἀπ' αὐτῶν συστήσεται τὸ τῶν ἀνθρώπων γένος ἐν τῷ καθ' ἕνα κόσμῳ.) 12 Just. Ep. ad Menam (p. 211, 8–12 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. πρώτου) λόγου, ὅτι εἰ μεταβάλοιεν ἐπὶ τὸ κρεῖττον οἱ δαίμονες, συμπλη ρώσουσί ποτε ἀνθρωπότητα. (Οἶμαι δὲ δύνασθαι ἀπὸ τῶν ὑποτεταγμέ νων τοῖς χείροσιν ἀρχαῖς καὶ ἐξουσίαις καὶ κοσμοκράτορσι καθ' ἕκαστον κόσμον ἤ τινας κόσμους ἐνίους τάχιον, <ἐνίους δὲ βράδιον> εὐεργετου μένους καὶ βουλησομένους ἐξ αὑτῶν μεταβαλεῖν συμπληρώσειν ποτὲ ἀνθρωπότητα.) 13 Just. Ep. ad Menam (p. 1, 0–3 Schw.): Ἐκ τοῦ πρώτου λόγου τοῦ αὐτοῦ βιβλίου, ὅτι ἔμψυχος ὁ ἥλιος καὶ ἡ σελήνη καὶ οἱ ἀστέρες. (Ὅτι δὲ πρεσβυτέρα ἡ ψυχὴ τοῦ ἡλίου τῆς ἐνδέσεως αὐτοῦ τῆς εἰς τὸ σῶμα, μετὰ τὸ συλλογίσασθαι ἐκ συγκρίσεως ἀνθρώπου τῆς πρὸς αὐτὸν καὶ ἐντεῦθεν ἀπὸ τῶν γραφῶν οἶμαι ἀποδεῖξαι δύνασθαι.) 14 Just. Ep. ad Menam (p. 1, 4–30 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. πρώτου) λόγου. (»Κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον.» Νομίζω γὰρ ὅτι λέγοι ἂν ὁ ἥλιος ὅτι «κάλλιον ἀνα λῦσαι καὶ σὺν Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον». Καὶ ὁ μὲν Παῦλος· «ἀλλὰ τὸ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς», ὁ δὲ ἥλιος· «τὸ ἐπιμένειν τῷ οὐρανίῳ τούτῳ σώματι ἀναγκαιότερον διὰ τὴν ἀποκάλυψιν τῶν τέκνων τοῦ θεοῦ». Τὰ δὲ αὐτὰ καὶ περὶ σελήνης καὶ τῶν λοιπῶν ἀστέρων λεκτέον.) 17b Just. Ep. ad Menam (p. 11, 17–3 Schw.): Ὅτι καὶ τὸν ἔνυδρον ἔσθ' ὅτε αἱρεῖται βίον ἡ ψυχή, ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου. (Ἡ ψυχὴ ἀπορρέουσα τοῦ καλοῦ καὶ τῇ κακίᾳ προσκλι νομένη καὶ ἐπὶ πλεῖον ἐν ταύτῃ γινομένη, εἰ μὴ ὑποστρέφοι, ὑπὸ τῆς ἀνοίας ἀποκτηνοῦται καὶ ὑπὸ τῆς πονηρίας ἀποθηριοῦται.) Καὶ μετ' ὀλίγα· (καὶ αἱρεῖται πρὸς τὸ ἀλογωθῆναι καὶ τὸν ἔνυδρον, ἵν' οὕτως εἴπω, βίον· καὶ τάχα κατὰ ἀξίαν τῆς ἐπὶ πλεῖον πτώσεως τῆς κακίας ἐνδύεται σῶμα τοιοῦδε ἢ τοιοῦδε ζῴου ἀλόγου.) 18 Just. Ep. ad Menam (p. 11, 13–16 Schw.): Περὶ τῆς τῶν ἄνωθεν εἰς σῶμα καταγωγῆς. (Οὕτω δὴ ποικιλωτάτου κόσμου τυγχάνοντος καὶ τοσαῦτα διάφορα λογικὰ περιέχοντος τί ἄλλο χρὴ λέγειν αἴτιον γεγονέναι τοῦ ὑποστῆναι αὐτὸν ἢ τὸ ποικίλον τῆς ἀποπτώσεως τῶν οὐχ ὁμοίως τῆς ἑνάδος ἀπορρεόντων;) 19 Just. Ep. ad Menam(p. 11, 4–7 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. δευτέρου) λόγου, ὅτι ἔσται τελεία τῶν σωμάτων ἀπόθεσις. (Εἰ δὲ τὰ ὑποταγέντα τῷ Χριστῷ ὑποταγήσεται ἐπὶ τέλει καὶ τῷ θεῷ, πάντες ἀποθή σονται τὰ σώματα. Καὶ οἶμαι ὅτι τότε εἰς τὸ μὴ ὂν ἔσται ἀνάλυσις τῆς τῶν σωμάτων φύσεως, ὑποστησομένης δεύτερον ἐὰν πάλιν λογικὰ ὑποκα ταβῇ.) 20 Just. Ep. ad Menam (p. 10, 15–0 Schw.): Ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, ὅτι ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον. Διὰ τοῦτο καὶ ἄνθρωπος γέγονε Χριστός, ἐξ ἀνδραγαθήματος τούτου τυχών, ὡς μαρτυρεῖ ὁ προφήτης λέγων· «Ἠγάπησας δικαιοσύνην καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ θεός, ὁ θεός σου ἔλαιον ἀγαλλιά σεως παρὰ τοὺς μετόχους σου». Ἔπρεπε δὲ τὸν μηδέποτε κεχωρισ μένον τοῦ μονογενοῦς συγχρηματίσαι τῷ μονογενεῖ καὶ συνδοξασθῆναι αὐτῷ. 21 Just. Ep. ad Menam (p. 21,2 9–14 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. δευτέρου) λόγου περὶ τοῦ αὐτοῦ. (Ὥσπερ «σῶσαι ἦλθεν τὸ ἀπολωλὸς» ὁ σωτήρ, ὅτε μέντοι σῴζεται τὸ ἀπολωλός, οὐκέτι ἐστὶν ἀπολωλός· οὕτως ἣν σῶσαι ἦλθε ψυχήν, ὡς σῶσαι τὸ ἀπολωλός, οὐκέτι μένει ψυχὴ ἡ σωθεῖσα ψυχή. Ἔτι βασανιστέον εἰ ὥσπερ τὸ ἀπολωλὸς ἦν ὅτε οὐκ ἀπολώλει καὶ ἔσται ποτὲ ὅτε οὐκ ἔσται ἀπολωλός, οὕτω καὶ ἡ ψυχὴ ἦν ὅτε οὐκ ἦν ψυχὴ καὶ ἔσται ὅτε οὐκ ἔσται ψυχή.) 23b Just. Ep. ad Menam (p. 212, 3–8 Schw.): Ἐκ τοῦ δευτέρου λόγου τοῦ Περὶ ἀρχῶν βιβλίου, πῶς νοῦς γέγονε ψυχὴ καὶ ψυχὴ καθαρθεῖσα γίνεται νοῦς. (Παρὰ τὴν ἀπόπτωσιν καὶ τὴν ψῦξιν τὴν ἀπὸ τοῦ ζῆν τῷ πνεύματι γέγονεν ἡ νῦν λεγομένη ψυχή, οὖσα καὶ δεκτικὴ τῆς ἐπανόδου τῆς ἐφ' ὅπερ ἦν ἐν ἀρχῇ. Ὅπερ νομίζω λέγεσθαι ὑπὸ τοῦ προφήτου ἐν τῷ· «Ἐπίστρεψον, ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου»· ὥστε ὅλον τοῦτο εἶναι νοῦς.) 24 Just. Ep. ad Menam(p. 190, 7–14 Schw. [† i] und p. 209, 1–6 Schw. [† ii]): i Προστίθησι δὲ ταῖς ἑαυτοῦ βλασφημίαις καὶ τοῦτο ἐν τῷ Περὶ ἀρχῶν αὐτοῦ πρώτῳ λόγῳ ἐπ' αὐτῆς λέξεως εἰπὼν οὕτως· (Ἐν τῇ ἐπινοουμένῃ ἀρχῇ τοσοῦτον ἀριθμὸν τῷ βουλήματι αὐτοῦ ὑποστῆσαι τὸν θεὸν νοερῶν οὐσιῶν ὅσον ἠδύνατο διαρκέσαι· πεπερασμένην γὰρ εἶναι καὶ τὴν δύναμιν τοῦ θεοῦ λεκτέον καὶ μὴ προφάσει εὐφημίας τὴν περιγραφὴν αὐτῆς περιαιρετέον. Ἐὰν γὰρ ἄπειρος ἡ θεία δύναμις, ἀνάγκη αὐτὴν μηδὲ ἑαυτὴν νοεῖν· τῇ γὰρ φύσει τὸ ἄπειρον ἀπερίληπτον. Πεποί ηκε τοίνυν τοσαῦτα, ὧν ἠδύνατο περιδράξασθαι καὶ ἔχειν αὐτὰ ὑπὸ χεῖρας καὶ συγκροτεῖν ὑπὸ τὴν αὐτοῦ πρόνοιαν· ὥσπερ καὶ τοσαύτην ὕλην κατεσκεύασεν ὅσην ἠδύνατο κατακοσμῆσαι.) ii Ὅτι πεπερασμένη ἐστιν ἡ τοῦ θεοῦ καὶ πατρὸς δύναμις, ἐκ τοῦ δευτέρου λόγου τοῦ αὐτοῦ βιβλίου. (Πεπερασμένην γὰρ εἶναι–περιαιρετέον.) Καὶ μετ' ὀλίγα· (Πεποίηκε τοίνυν–ὅσην ἠδύνατο διακοσμῆσαι.) 27 Just. Ep. ad Menam (p. 211, 28–212, Schw.): Ἐκ τοῦ τρίτου λόγου τοῦ αὐτοῦ βιβλίου περὶ τοῦ αὐτοῦ (scil. ὅτι ἔσται τελεία τῶν σωμάτων ἀπόθεσις). (Λεγομένου τοῦ θεοῦ «πάντα γίνεσθαι ἐν πᾶσιν», ὥσπερ οὐ δυνάμεθα κακίαν καταλιπεῖν, ὅτε θεὸς «πάντα γίνεται ἐν πᾶσιν», οὐδὲ ἄλογα ζῷα, ἵνα μὴ καὶ ἐν κακίᾳ ὁ θεὸς γίνηται καὶ ἐν ἀλόγοις ζῴοις, ἀλλ' οὐδὲ ἄψυχα, ἵνα μὴ καὶ ἐν αὐτοῖς ὁ θεός, ὅτε «πάντα γίνεται», οὕτως οὐδὲ σώματα, ἅτινα τῇ ἰδίᾳ φύσει ἄψυχά εἰσιν.) 29 Just. Ep. ad Menam (p. 2213, 8–10 Schw.): Ἐκ τοῦ αὐτοῦ (scil. τετάρτου) λόγου. (Τίς νοῦν ἔχων ὁρίσεται πρώτην καὶ δευτέραν καὶ τρίτην ἡμέραν ἑσπέραν τε καὶ πρωΐαν χωρὶς ἡλίου γεγονέναι καὶ σελήνης καὶ ἀστέρων;) 30 Just. Ep. ad Menam (p. 13, 1–7 Schw.): Ἐκ τοῦ τετάρτου λόγου τοῦ αὐτοῦ βιβλίου, ὅτι καὶ ὑπὲρ δαιμόνων δεῖ τὸν Χριστὸν σταυρωθῆναι, καὶ πολλάκις τοῦτο εἰς τοὺς ἐσομένους αἰῶνας. (Ἀλλὰ κἂν μέχρι τοῦ πάθους τις ζητήσῃ, τολμηρὸν δόξει ποιεῖν περὶ τὸν οὐράνιον τόπον αὐτὸ ζητῶν. ἀλλ' εἰ ἔστι «πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις», ὅρα εἰ ὥσπερ ἐνθάδε οὐκ αἰδούμεθα σταυρούμενον ὁμολογεῖν ἐπὶ καθαιρέσει ὧν καθεῖλε διὰ τοῦ πεπονθέναι, οὕτως κἀκεῖ τὸ παραπλήσιον διδόντες γίνεσθαι καὶ εἰς τὸ ἑξῆς «ἕως τῆς συντελείας τοῦ παντὸς αἰῶνος» οὐ φοβηθησόμεθα.) 31 Marcell. Anc. bei Euseb. C. Marcell. I 4 (p. 21, 16–22 Kl.): ... ἐκ τῶν Ὠριγένους ῥητῶν ... ἔστιν δὲ τὰ ῥητὰ ταῦτα· (Ὥρα ἐπαναλαβόντα περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος ὀλίγα τῶν τότε παραλελειμμένων διεξελθεῖν· περὶ πατρός, ὡς ἀδιαίρετος ὢν καὶ ἀμέριστος υἱοῦ γίνεται πατήρ, οὐ προβαλὼν αὐτόν, ὡς οἴονταί τινες. εἰ γὰρ πρόβλημά ἐστιν ὁ υἱὸς τοῦ πατρὸς καὶ γέννημα ἐξ αὐτοῦ, ὁποῖα τὰ τῶν ζῴων γεννήματα, ἀνάγκη σῶμα εἶναι τὸν προβαλόντα καὶ τὸν προβεβλημένον.) 32 Just. Ep. ad Menam (p. 209, 11–15 Schw.): Ὅτι κτίσμα καὶ γενητὸς ὁ υἱός, ἐκ τοῦ αὐτοῦ τετάρτου λόγου. (Οὗτος δὴ ὁ υἱὸς ἐκ θελή-ματος τοῦ πατρὸς ἐγενήθη, «ὅς ἐστιν εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου» καὶ «ἀπαύγασμα τῆς δόξης αὐτοῦ χαρακτήρ τε τῆς ὑποστάσεως αὐτοῦ», «πρω-τότοκος πάσης κτίσεως», κτίσμα, σοφία· αὐτὴ γὰρ ἡ σοφία φησίν· «ὁ θεὸς ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ».) 33 Athan. De decr. Nic. syn. 27, 1–2 (p. 23, 17–30 Opitz): Περὶ δὲ τοῦ ἀιδίως συνεῖναι τὸν λόγον τῷ πατρὶ καὶ μὴ ἑτέρας οὐσίας ἢ ὑπο-στάσεως, ἀλλὰ τῆς τοῦ πατρὸς ἴδιον <γέννημα> αὐτὸν εἶναι, ὡς εἰρήκασιν οἱ ἐν τῇ συνόδῳ, ἐξέστω πάλιν ὑμᾶς ἀκοῦσαι καὶ παρὰ τοῦ φιλοπόνου Ὠριγένους. ἃ μὲν γὰρ ὡς ζητῶν καὶ γυμνάζων ἔγραψε, ταῦτα μὴ ὡς αὐτοῦ φρονοῦντος δεχέσθω τις, ἀλλὰ τῶν πρὸς ἔριν φιλονεικούντων ἐν τῷ ζητεῖν· ἃ δὲ ὡς ὁρίζων ἀποφαίνεται, τοῦτο τοῦ φιλοπόνου τὸ φρόνημά ἐστι. (2) μετὰ γοῦν τὰ ὡς ἐν γυμνασίᾳ λεγόμενα πρὸς τοὺς αἱρετικοὺς εὐθὺς αὐτὸς ἐπιφέρει τὰ ἴδια λέγων οὕτως· (Εἰ ἔστιν «εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου», ἀόρατος εἰκών· ἐγὼ δὲ τολμήσας προσθείην ἄν, ὅτι καὶ «ὁμοιότης» τυγχάνων τοῦ πατρὸς οὐκ ἔστιν ὅτε οὐκ ἦν. πότε γὰρ ὁ θεὸς ὁ κατὰ τὸν Ἰωάννην «φῶς» λεγόμενος («ὁ θεὸς» γὰρ «φῶς ἐστιν») «ἀπαύγασμα» οὐκ εἶχε τῆς ἰδίας «δόξης», ἵνα τολμήσας τις ἀρχὴν δῷ εἶναι υἱοῦ πρότερον οὐκ ὄντος; πότε δὲ ἡ τῆς ἀρρήτου καὶ ἀκατονομάστου καὶ ἀφθέγκτου ὑποστά-σεως τοῦ πατρὸς «εἰκών», ὁ «χαρακτήρ», <ὁ> λόγος ὁ «γινώσκων τὸν πατέρα» οὐκ ἦν; κατανοείτω γὰρ ὁ τολμῶν καὶ λέγων· «ἦν ποτε ὅτε οὐκ ἦν ὁ υἱός», ὅτι ἐρεῖ καὶ τό· σοφία ποτὲ οὐκ ἦν καὶ λόγος οὐκ ἦν καὶ ζωὴ οὐκ ἦν.) 34 Athan. De decr. Nic. syn. 27, 3 (p. 23, 30–24, 3 Opitz): Καὶ πάλιν ἐν ἑτέροις οὕτω λέγει· (Ἀλλ' οὐ θέμις ἐστὶν οὐδὲ ἀκίνδυνον διὰ τὴν ἀσθένειαν ἡμῶν τὸ ὅσον ἐφ' ἡμῖν ἀποστερεῖσθαι τὸν θεὸν τοῦ ἀεὶ συνόντος αὐτῷ λόγου μονογενοῦς, σοφίας ὄντος, «ᾗ προσέχαιρεν»· οὕτω γὰρ οὐδὲ ἀεὶ χαίρων νοηθήσεται.) 36 Theoph. Al. Ep. pasch. II bei Theodoret Eranistes, dial. II (PG 83, 197 C): ... γράφει γὰρ οὕτως· (Οὐ δήπου γὰρ ἡ «τεταραγμένη» καὶ «περίλυπος» οὖσα ψυχὴ ὁ «μονογενὴς» καὶ «πρωτότοκος πάσης κτίσεως» ἐτύγ-χανεν οὖσα. ὁ γὰρ θεὸς λόγος, ὡς κρείττων τῆς ψυχῆς τυγχάνων, αὐτὸς ὁ υἱός φησιν· «ἐξουσίαν ἔχω θεῖναι αὐτήν, καὶ ἐξουσίαν ἔχω λαβεῖν αὐτήν».) εἰ τοίνυν κρείττων ἐστὶν ὁ υἱὸς τῆς ἑαυτοῦ ψυχῆς, ὥσπερ οὖν καὶ κρείττων ὡμολόγηται, πῶς ἡ ψυχὴ τούτου «ἴσα θεῷ» καὶ «ἐν μορφῇ αὐτοῦ»; αὐτὴν γὰρ εἶναι φάμενος τὴν «κενώσασαν ἑαυτὴν» καὶ «μορφὴν δούλου λαβοῦσαν», ταῖς ὑπερβολαῖς τῶν ἀσεβειῶν ἐπισημότερος τῶν ἄλλων αἱρετικῶν ἐγένετο, ὡς ἐπεσημηνάμεθα. εἰ γὰρ «ἐν μορφῇ θεοῦ ὑπάρχει» ὁ λόγος καὶ «ἴσα θεῷ» τὴν ψυχὴν τοῦ σωτῆρος οἴεται, τολμήσας οὕτω γράψαι, πῶς τὸ ἴσον κρεῖττόν ἐστι; 37 Theoph. Al., am gleichen Ort (PG 83, 197 AB): ... καὶ λέγων αὐτοῖς ῥήμασιν οὕτως· (Ὥσπερ «ὁ υἱὸς καὶ πατὴρ ἕν εἰσιν», οὕτω καὶ ἣν εἴληψεν ὁ υἱὸς ψυχὴν καὶ αὐτὸς ἕν εἰσιν.) 38 Just. Ep. ad Menam (p. 209, 7–10 Schw.): Ἐκ τοῦ τετάρτου λόγου τοῦ αὐτοῦ βιβλίου. (Μηδεὶς προσκοπτέτω τῷ λόγῳ, εἰ μέτρα ἐπιτίθεμεν καὶ τῇ τοῦ θεοῦ δυνάμει. ἄπειρα γὰρ περιλαβεῖν τῇ φύσει ἀδύνατον τυγχάνει. ἅπαξ δὲ πεπερασμένων ὄντων, ὧν περιδράττεται αὐτὸς ὁ θεός, ἀνάγκη ὅρον εἶναι μέχρι πόσων πεπερασμένων διαρκεῖ.) 39 Just. Ep. ad Menam (p. 209, 16–23 Schw.): Ὅτι καὶ περιέχεται μετὰ τῶν ἄλλων κτισμάτων ὁ υἱὸς ὑπὸ τοῦ πατρός, καὶ κατὰ πάντα μείζων ἐστὶν ὁ πατὴρ τοῦ υἱοῦ, καὶ ἀόρατος αὐτῷ τυγχάνει, ἐκ τοῦ αὐτοῦ Περὶ ἀρχῶν τετάρτου λόγου. (Εἰ δὲ ὁ πατὴρ ἐμπεριέχει τὰ πάντα, τῶν δὲ πάντων ἐστὶν ὁ υἱός, δῆλον ὅτι καὶ τὸν υἱόν. ἄλλος δέ τις ζητήσει εἰ ἀληθὲς τὸ ὁμοίως τὸν θεὸν ὑφ' ἑαυτοῦ γινώσκεσθαι τῷ γινώσκεσθαι αὐτὸν ὑπὸ τοῦ μονογενοῦς, καὶ ἀποφανεῖται ὅτι τὸ εἰρημένον «ὁ πατὴρ ὁ πέμψας με μείζων μού ἐστιν» ἐν πᾶσιν ἀληθές· ὥστε καὶ ἐν τῷ νοεῖν ὁ πατὴρ μείζων, ὡς καὶ τρανοτέρως καὶ τελειοτέρως νοεῖται ὑφ' ἑαυτοῦ ἢ ὑπὸ τοῦ υἱοῦ.) 40 Just. Ep. ad Menam (p. 212, 15–19 Schw.): Ἐκ τοῦ τετάρτου λόγου. (Ἀνάγκη μὴ προηγουμένην τυγχάνειν τὴν τῶν σωμάτων φύσιν, ἀλλὰ ἐκ διαλειμμάτων ὑφίστασθαι διά τινα συμπτώματα γινόμενα περὶ τὰ λογικὰ δεόμενα σωμάτων, καὶ πάλιν τῆς ἐπανορθώσεως τελείως γινομένης εἰς τὸ μὴ εἶναι ἀναλύεσθαι ταῦτα, ὥστε τοῦτο ἀεὶ γίνεσθαι.) Max. Conf. Schol. in lib. De eccl. hier. 6, 6 (PG 4, 173): Μὴ οὖν τις τῶν Ὠριγένους μυστῶν οἰέσθω τὸ παρὸν ῥητὸν συνηγορεῖν τῇ κακοπίστῳ αὐτοῦ δόξῃ, φάσκων ὅτι ἀεὶ πτῶσις καὶ ἀνάκλισις καὶ μετάπτωσις τῶν οὐρανίων γίνεται νοῶν, ὥς φησιν Ὠριγένης μὲν ἐν τῷ Περὶ ἀρχῶν πρώτῳ λόγῳ οὕτως· (Ὁ τοίνυν λόγος, οἶμαι, δείκνυσι πᾶς, πᾶν ὅ τι ποτὲ λογικὸν ἀπὸ παντὸς οὑτινοσοῦν λογικοῦ δύνασθαι γενέσθαι.) Καὶ μετὰ βραχέα ἐπάγει λέγων· (Μετὰ τὸ ἐπὶ πᾶσι τέλος πάλιν ἀπόρρευσις καὶ κατάπτωσις γίνεται.) Epiph. Haer. 64, 4, 6: (ψυχὴν γάρ, φησι, διὰ τοῦτο καλοῦμεν, διὰ τὸ ἄνωθεν ἐψῦχθαι.) 3 Epiph. Haer. 64, 4, 7–8: (τὸ γὰρ εἰπεῖν, φησί (scil. ορ.), τὸν προφή-την «πρὶν ἢ ταπεινωθῆναί με ἐγὼ ἐπλημμέλησα», ἐξ αὐτῆς, φησί, τῆς ψυχῆς ὁ λόγος, ὡς ἄνω ἐν οὐρανῷ ἐπλημμέλησε, πρὶν ἢ ἐν τῷ σώματι τεταπεινῶσθαι·) καὶ (τὸ εἰπεῖν «ἐπίστρεψον, ἡ ψυχή μου, εἰς τὴν ἀνάπαυσίν σου», ὡς τοῦ ἀνδραγαθήσαντος ἐνταῦθα ἐν ἀγαθοεργίᾳ ἐπιστρέ-φοντος εἰς τὴν ἄνω ἀνάπαυσιν διὰ τὴν αὐτοῦ τῆς ἐργασίας δικαιο-πραγίαν.) * See also: / Βλέπε επίσης: Οrigen's blasphemies according to Photios I of Constantinople /
Οι βλασφημίες του Ωριγένη κατά τον Φώτιο Α' ΚΠόλεως
via